Versioni di greco di Lisia tradotte in italiano

La gloria di Atene

Μονοι μεν υπερ απασης της Ελλαδος προς πολλας μυριαδας των βαρβαρων διεκινδυνευσαν οι Αθηναιοι. Ο γαρ της Ασιας βασιλευς, ουκ αγαπων τοις υπαρχουσιν αγαθοις, αλλ' ελπιζων και την Ευρωπην δουλωσεσθαι, εστειλε πεντηκοντα μυριαδας στρατιαν. Ηγησαμενοι δε οι Περσαι ει την των Αθηναιων πολιν η εκουσαν φιλην ποιησαιντο η ακουσαν καταστρεψαιντο, ραδιως των αλλων Ελληνων αρξειν, απεβησαν εις Μαραθωνα νομισαντες, νικηθεντων των Αθηναιων, ερημοτατους αν εσεσθαι συμμαχων τους Ελληνας, ει τον κινδυνον ποιησαιντο. Αλλα νομιζοντες οι Αθηναιοι τον ευκλεα θανατον αθανατον παρα των αγαθων καταλειπειν λογον,...

Traduzione

Invettiva contro un delatore

Μιμνησκετε, ω ανδρες, τα τειχη ως κατεσκαφη, και αι νηες των πολεμιων κτημα εγενοντο, και τα νεωρια καθηρεθη και Λακεδαιμονιοι την ακροπολιν ημων ειχον και η δυναμις απασα της πολεως παρελυθη, ωστε μηδεν διαφερειν της ελαχιστης πολεως την πολιν. Προς δε τουτοις τας Ιδιας ουσιας απεβαλετε, και το τελευταιον συλληβδην απαντες υπο των Τριακοντα εκ της πατριδος εξηλαθητε. Ταυτα οι αγαθοι ανδρες αισθομενοι ουκ ελεγον επιτρεψειν την ειρηνην, ω ανδρες δικασται, ποιησασθαι, ους συ, Αγορατε, βουλομενους αγαθον τι πραξαι τη πολει απεκτεινας, μηνυσας αυτους επιβουλευειν τω πληθει, και αιτιος ει απαντων...

Traduzione

Eufileto un marito tradito

Ηγουμαι δε, ω ανδρες, τουτο με δειν επιδειξαι, ως εμοιχευεν Ερατοσθενης την γυναικα την εμην και εκεινην τε διεφθειρε και τους παιδας τους εμους ησχυνε και εμε αυτον υβρισεν εις την οικιαν την εμην εισιων, και ουτε εχθρα εμοι και εκεινω ουδεμια ην πλην ταυτης, ουτε χρηματων ενεκα επραξα ταυτα, ινα πλουσιος εκ πενητος γενωμαι, ουτε αλλους κερδους ουδενος πλην της κατα τους νομους τιμωριας. Εγω τοινυν εξ αρχης υμιν απαντα επιδειξω τα εμαυτου πραγματα, ουδεν παραλειπων, αλλα λεγων ταληθη: ταυτην γαρ εμαυτω μονην ηγουμαι σωτηριαν, εαν υμιν ειπειν απαντα δυνηθω τα πεπραυμενα.

Traduzione

Le Amazzoni

Αμαζονες Αρεως ησαν θυγατερες· ωκεον παρα τον Θερμωδοντα ποταμον. Μοναι μεν ωπλιζοντο σιδηρω των περι αυτας, πρωται δε των παντων εφ' ιππους ανεβαιναν, οις ανελπιστως δι απειριαν των εναντιων ηρεον μεν τους φευγοντας, απελειπον δε τους διωκοντας. Ενομιζοντο δε δια την ευψυχιαν ανδρες· και γε των ανδρων διεφερον. Ηρχον δε πολλων εθνων και τους περι αυτας υπετασσον. Επειτα δε περι τησδε της χωρας ηκουον κλεος μεγα και εμαχοντο επι τηνοε την πολιν. Αυτου δε μαχομεναι αγαθοις ανδρασι, απεθνησκον και ουτω εποιεον τησδε της πολεως μειζονα την δοξαν.

Traduzione

Persecuzioni dei Trenta

Διαλαβοντες δε τας οικιας εβαδιζον: και εμε ξενους εστιωντα κατελαβον, ος εξελασαντες Πεισωνι με παραδιδοασιν οι δε αλλοι εις το εργαστηριον ελθοντες τα ανδραποδα απεγραφοντο. Εγω δε Πεισωνα μεν ηρωτων ει βουλοιτο με σωσαι χρηματα λαβων: ο δ' εφασκεν, ει πολλα ειη. Ειπον ουν οτι ταλαντον αργυριου ετοιμος ειην δουναι: ο δ' ωμολογησε ταυτα ποιησειν. Ηπισταμην μεν ουν οτι ουτε θεους ουτ' ανθρωπους νομιζει, ομως δ' εκ των παροντων εδοκει μοι αναγκαιοτατον ειναι πιστιν παρ' αυτον λαβειν. Επειδη δε ωμοσεν, εξωλειαν εαυτω και τοις παισιν επαρωμενος, λαβων το ταλαντον με σωσειν, εισελθων εις το δωματιον...

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it