Le versioni di greco di Lisia e le traduzioni in italiano

Per Mantineo (7-8)

Εμε τοινυν ουδεις αν αποδειξειεν ουτ' απενεχθεντα υπο των φυλαρχων ουτε παραδοθεντα τοις συνδικοις ουτε καταστασιν καταβαλοντα. Καιτοι πασι ραδιον τουτο γνωναι, οτι αναγκαιον ην τοις φυλαρχοις, ει μη αποδειξειαν τους εχοντας τας καταστασεις, αυτοις ζημιουσθαι. Ωστε πολυ αν δικαιοτερον εκεινοις τοις γραμμασιν η τουτοις πιστευοιτε: εκ μεν γαρ τουτων ραδιον ην εξαλειφθηναι τω βουλομενω, εν εκεινοις δε τους ιππευσαντας αναγκαιον ην υπο των φυλαρχων απενεχθηναι. Ετι δε, ω βουλη, ειπερ ιππευσα, ουκ αν ην εξαρνος ως δεινον τι πεποιηκως, αλλ' ηξιουν, αποδειξας ως ουδεις υπ' εμου των πολιτων κακως πεπονθε,...

Traduzione

Per Mantineo (4-6)

Ημας γαρ ο πατηρ προ της εν Ελλησποντω συμφορας ως Σατυρον τον εν τω Ποντω διαιτησομενους εξεπεμψε, και ουτε των τειχων καθαιρουμενων επεδημουμεν ουτε μεθισταμενης της πολιτειας, αλλ' ηλθομεν πριν τους απο Φυλης εις τον Πειραια κατελθειν προτερον πενθ' ημεραις. Καιτοι ουτε ημας ο εικος ην εις τοιουτον καιρον αφιγμενους επιθυμειν μετεχειν των αλλοτριων κινδυνων, ουτ' εκεινοι φαινονται τοιαυτην γνωμην εχοντες ωστε και τοις αποδημουσι και τοις μηδεν εξαμαρτανουσι μεταδιδοναι της πολιτειας, αλλα μαλλον ητιμαζον και τους συγκαταλυσαντας τον δημον. Επειτα δε εκ μεν του σανιδιου τους ιππευσαντας σκοπειν...

Traduzione

Per Mantineo (1-3)

Ει μη συνηδειν, ω βουλη, τοις κατηγοροις βουλομενοις εκ παντος τροπου κακως εμε ποιειν, πολλην αν αυτοις χαριν ειχον ταυτης της κατηγοριας: ηγουμαι γαρ τοις αδικως διαβεβλημενοις τουτους ειναι μεγιστων αγαθων αιτιους, οιτινες αν αυτους αναγκαζωσιν εις ελεχγον των αυτοις βεβιωμενων καταστηναι. Εγω γαρ ουτω σφοδρα εμαυτω πιστευω, ωστ' ελπιζω και ει τις προς με τυγχανει αηδως η κακως διακειμενος, επειδαν εμου λεγοντος ακουση περι των πεπραγμενων, μεταμελησειν αυτω και πολυ βελτιω με εις τον λοιπον χρονον ηγησεσθαι. Αξιω δε, ω βουλη, εαν μεν τουτο μονον υμιν επιδειξω, ως ευνους ειμι τοις καθεστηκοσι...

Traduzione

Non bisogna dimenticare i delitti dei Trenta

Ανθ ων οργισθητε μεν ωσπερ οτ' εφευγετε, αναμνησθητε δε και των αλλων κακων δ πεπονθατε υπ' αυτων, οι τους μεν εκ της αγορας τους δ εκ των ιερων συναρποζοντες βιαιως απεκτειναν, τους δε απο τεκνων και γονεων και γυναικων αφελκοντες φονεας αυτων ηναγκασαν γενεσθαι και ουδε ταφης της νομιζομενης ειασαν τυχειν, ηγουμενοι την αυτων αρχην βεβαιοτεραν ειναι της παρα των θεων τιμωριας. Οσοι δε τον θαναον διεφυγαν, πολλαχου κινδυνευοαντες και εις πολλας πολεις πλανηθεντες και πανταχοθεν εκκηρυττομενοι, ενδεεις οντες των επιτηδειων, οι μεν εν πολεμια τη πατριδι τους παιδας καταλιποντες, οι δ' εν ξενη...

Traduzione

Onore ai caduti

Καθ' εκαστον μεν ουν ου ραδιον τα υπο πολλων κινδυνευθεντα υφ' ενος ρηθηναι, ουδε τα εν απαντι τω χρονω πραχθεντα εν μια ημερα δηλωθηναι. Τις γαρ αν η λογος η χρονος η ρητωρ ικανος γενοιτο μηνυσαι την των ενθαδε κειμενων ανδρων αρετην; Μετα πλειστων γαρ πονων και φανερωτατων αγωνων και καλλιστων κινδυνων ελευθεραν μεν εποιησαν την Ελλαδα, μεγιστην δ' απεδειξαν την εαυτων πατριδα, εβδομηκοντα μεν ετη της θαλαττης αρξαντες, αστασιαστους δε παρασχοντες τους συμμαχους, ου τοις ολιγοις τους πολλους δουλευειν αξιωσαντες, αλλα το ισον εχειν απαντας αναγκασαντες, ουδε τους συμμαχους ασθενεις ποισθοτες,...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it