Versioni di greco di Platone tradotte in italiano

La vecchiaia (I)

Πολλακις γαρ συνερχομεθα τινες εις ταυτον παραπλησιαν ηλικιαν εχοντες, διασωζοντες την παλαιαν παροιμιαν, οι ουν πλειστοι ημων ολοφυρονται συνιοντες, τας εν τη νεοτητι ηδονας ποθουντες και αναμιμνησκομενοι περι τε ταφροδισια και περι ποτους τε και ευωχιας και αλλ' αττα α των τοιουτων εχεται, και αγανακτουσιν ως μεγαλων τινων απεστερημενοι και τοτε μεν ευ ζωντες, νυν δε ουδε ζωντες. Ενιοι δε και τας των οικειων προπηλακισεις του γηρως οδυρονται, και επι τουτω δη το γηρας υμνουσιν οσων κακων σφισιν αιτιον. Εμοι δε δοκουσιν, ω Σωκρατες, ουτοι ου το αιτιον αιτιασθαι. Ει γαρ ην τουτ' αιτιον, καν...

Traduzione

Atlantide

Πολλα μεν γαρ δια την αρχην αυτοις προσηειν εξωθεν, πλειστα δε η νησος αυτη παρειχετο εις τας του βιου κατασκευας, πρωτον μεν οσα υπο μεταλλειας ορυττομενα στερεα και οσα τηκτα γεγονε, και το νυν ονομαζομενον μονον (τοτε δε πλεον ονοματος ην το γενος εκ γης ορυττομενον ορειχαλκου κατα τοπους πολλους της νησου, πλην χρυσου τιμιωτατον εν τοις τοτε ον) και οσα υλη προς τα τεκτονων διαπονηματα παρεχεται, παντα φερουσα αφθονα, τα τε αυ περι τα ζωα ικανως ημερα και αγρια τρεφουσα. Και δη και ελεφαντων ην εν αυτη γενος πλειστον νομη γαρ τοις τε αλλοις ζωοις, οσα καθ' ελη και λιμνας και ποταμους, οσα...

Traduzione

Il messo degli Undici annuncia a Socrate che è giunta l'ora suprema

«Ω Σωκρατες», εφη, «ου καταγνωσομαι γε σου οπερ αλλων καταγιγνωσκω, οτι μοι χαλεπαινουσι και καταρωνται επειδαν αυτοις παραγγειλω πινειν το φαρμακον αναγκαζοντων των αρχοντων. Σε δε εγω και αλλως εγνωκα εν τουτω τω χρονω γενναιοτατον και πραοτατον και αριστον ανδρα οντα των πωποτε δευρο αφικομενων, και δη και νυν ευ οιδ' οτι ουκ εμοι χαλεπαινεις, γιγνωσκεις γαρ τους αιτιους, αλλα εκεινοις. Νυν ουν, οισθα γαρ α ηλθον αγγελλων, χαιρε τε και πειρω ως ραστα φερειν τα αναγκαια». Και αμα δακρυσας μεταστρεφομενος απηει.

Traduzione

Profezia di Socrate

Το δε δη μετα τουτο επιθυμω υμιν χρησμωδησαι, ω καταψηφισαμενοι μου· και γαρ ειμι ηδη ενταυθα εν ω μαλιστα ανθρωποι χρησμωδουσιν, οταν μελλωσιν αποθανεισθαι. Φημι γαρ, ω ανδρες οι εμε απεκτονατε, τιμωριαν υμιν ηξειν ευθυς μετα τον εμον θανατον πολυ χαλεπωτεραν νη Δια η οιαν εμε απεκτονατε· νυν γαρ τουτο ειργασθε οιομενοι μεν απαλλαξεσθαι του διδοναι ελεγχον του βιου, το δε υμιν πολυ εναντιον αποβησεται, ως εγω φημι. Πλειους εσονται υμας οι ελεγχοντες, ους νυν εγω κατειχον, υμεις δε ουκ ησθανεσθε· και χαλεπωτεροι εσονται οσω νεωτεροι εισιν, και υμεις μαλλον αγανακτησετε.

Traduzione

Il pianto dei discepoli alla morte di Socrate

Και ημων οι πολλοι τεως μεν επιεικως οιοι τε ησαν κατεχειν το μη δακρυειν, ως δε ειδομεν πινοντα τε και πεπωκοτα το κωνειον, ουκετι, αλλ' εμου γε βια και αυτου αστακτι εχωρει τα δακρυα, ωστε εγκαλυψαμενος απεκλαιον εμαυτον ου γαρ δη εκεινον γε, αλλα την εμαυτου τυχην, οιου ανδρος εταιρου εστερημενος ειην. Ο δε Κριτων ετι προτερος εμου, επειδη ουχ οιος τ' ην κατεχειν τα δακρυα, εξανεστη. Απολλοδωρος δε και εν τω εμπροσθεν χρονω ουδεν επαυετο δακρυων, και δη και τοτε αναβρυχησαμενος κλαιων και αγανακτων ουδενα οντινα ου κατεκλασε των παροντων πλην γε αυτου Σωκρατους. Εκεινος δε· «Οια», εφη, «ποιειτε,...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it