Versioni di greco di Plutarco tradotte in italiano

Aspasia

Οτι μεν γαρ ην Μιλησια γενος, Αξιοχου θυγατηρ, ομολογειται· φασι δ' αυτην Θαργηλιαν τινα των παλαιων Ιαδων ζηλωσασαν επιθεσθαι τοις δυνατωτατοις ανδρασι. Και γαρ η Θαργηλια, το τ' ειδος ευπρεπης γενομενη και χαριν εχουσα μετα δεινοτητος, πλειστοις μεν Ελληνων συνωκησεν ανδρασι, παντας δε προσεποιησε βασιλει τους πλησιασαντας αυτη, και ταις πολεσι μηδισμου δι εκεινων υπεσπειρεν αρχας, δυνατωτατων οντων και μεγιστων. Την δ' Ασπασιαν οι μεν ως σοφην τινα και πολιτικην υπο του Περικλεους σπουδασθηναι λεγουσι· και γαρ Σωκρατης εστιν οτε μετα των γνωριμων εφοιτα, και τας γυναικας ακροασομενας οι συνηθεις...

Traduzione

Trionfi di Cesare

Αλλα γαρ ως επανηλθεν εις Ρωμην απο Λιβυης, πρωτον μεν υπερ της νικης εμεγαληγορησε προς τον δημον, ως τοσαυτην κεχειρωμενος χωραν, οση παρεξει καθ' εκαστον ενιαυτον εις το δημοσιον σιτου μεν εικοσι μυριαδας Αττικων μεδιμνων, ελαιου δε λιτρων μυριαδας τριακοσιας. Επειτα θριαμβους κατηγαγε τον Κελτικον, τον Αιγυπτιακον, τον Ποντικον, τον Λιβυκον, ουκ απο Σκιπιωνος, αλλ' απ' Ιοβα δηθεν του βασιλεως. Τοτε και Ιοβας, υιος ων εκεινου κομιδη νηπιος, εν τω θριαμβω παρηχθη, μακαριωτατην αλους αλωσιν, ως εκ βαρβαρου και Νομαδος Ελληνων τοις πολυμαθεστατοις εναριθμιος γενεσθαι συγγραφευσι. Μετα δε τους...

Traduzione

«Veni, vidi, vici»

Κακειθεν επιων την Ασιαν, επυνθανετο Δομιτιον μεν υπο Φαρνακου του Μιθριδατου παιδος ηττημενον εκ Ποντου πεφευγεναι συν ολιγοις, Φαρνακην δε τη νικη χρωμενον απληστως, και Βιθυνιαν εχοντα και Καππαδοκιαν, Αρμενιας εφιεσθαι της μικρας καλουμενης, και παντας ανισταναι τους ταυτη βασιλεις και τετραρχας. Ευθυς ουν επι τον ανδρα τρισιν ηλαυνε ταγμασι, και περι πολιν Ζηλαν μαχην μεγαλην συναψας αυτον μεν εξεβαλε του Ποντου φευγοντα, την δε στρατιαν αρδην ανειλεκαι της μαχης ταυτης την οξυτητα και το ταχος αναγγελλων εις Ρωμην προς τινα των φιλων Ματιον εγραψε τρεις λεξεις· «ηλθον, ειδον, ενικησα».

Traduzione

Morte del cavallo Bucefalo e del cane Perita

Εκ δε της προς Πωρον μαχης και ο Βουκεφαλας ετελευτησεν, ουκ ευθυς, αλλ' υστερον, ως οι πλειστοι λεγουσιν, απο τραυματων θεραπευομενος, ως δ' Ονησικριτος, δια γηρας υπερπονος γενομενος· τριακοντα γαρ ετων αποθανειν αυτον. Εδηχθη δ' ισχυρως Αλεξανδρος, ουδεν αλλ' η συνηθη και φιλον αποβεβληκεναι νομιζων, και πολιν οικισας επ' αυτω παρα τον Υδασπην Βουκεφαλιαν προσηγορευσε. Λεγεται δε και κυνα Περιταν ονομα τεθραμμενον υπ' αυτου και στεργομενον αποβαλων, κτισαι πολιν επωνυμον. Τουτο δε Σωτιων φησι Ποταμωνος ακουσαι του Λεσβιου.

Traduzione

Alessandro e Diogene

Εις δε τον Ισθμον των Ελληνων συλλεγεντων και ψηφισαμενων επι Περσας μετ' Αλεξανδρου στρατευειν, ηγεμων ανηγορευθη. Πολλων δε και πολιτικων ανδρων και φιλοσοφων απηντηκοτων αυτω και συνηδομενων, ηλπιζε και Διογενην τον Σινωπεα ταυτο ποιησειν, διατριβοντα περι Κορινθον. Ως δ' εκεινος ελαχιστον Αλεξανδρου λογον εχων εν τω Κρανειω σχολην ηγεν, αυτος επορευετο προς αυτον· ετυχε δε κατακειμενος εν ηλιω. Και μικρον μεν ανεκαθισεν, ανθρωπων τοσουτων επερχομενων, και διεβλεψεν εις τον Αλεξανδρον. Ως δ' εκεινος ασπασαμενος και προσειπων αυτον ηρωτησεν, ει τινος τυγχανει δεομενος, «Μικρον» ειπεν «απο...

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it