Versioni di greco di Platone tradotte in italiano

Mito della caverna (I)

Μετα ταυτα δη, ειπον, απεικασον τοιουτω παθει την ημετεραν φυσιν παιδειας τε περι και απαιδευσιας. Ιδε γαρ ανθρωπους οιον εν καταγειω οικησει σπηλαιωδει, αναπεπταμενην προς το φως την εισοδον εχουση μακραν παρα παν το σπηλαιον, εν ταυτη εκ παιδων οντας εν δεσμοις και τα σκελη και τους αυχενας, ωστε μενειν τε αυτους εις τε το προσθεν μονον οραν, κυκλω δε τας κεφαλας υπο του δεσμου αδυνατους περιαγειν, φως δε αυτοις πυρος ανωθεν και πορρωθεν καομενον οπισθεν αυτων, μεταξυ δε του πυρος και των δεσμωτων επανω οδον, παρ' ην ιδε τειχιον παρφκοδομημενον, ωσπερ τοις θαυματοποιοις προ των ανθρωπων προ­κειται...

Traduzione

Importanza delle leggi

Πεφυκεναι γαρ δη φασιν το μεν αδικειν αγαθον, το δε αδικεισθαι κακον, πλεονι δε κακω υπερβαλλειν το αδικεισθαι η αγαθω το αδικειν, ωστ' επειδαν αλληλους αδικωσι τε και αδικωνται και αμφοτερων γευωνται, τοις μη δυναμενοις το μεν εκφευγειν το δε αιρειν δοκει λυσιτελειν συνθεσθαι αλληλοις μητ' αδικειν μητ' αδικεισθαι· και εντευθεν δη αρξασθαι νομους τιθεσθαι και συνθηκας αυτων, και ονομασαι το υπο του νομου επιταγμα νομιμον τε και δικαιον και ειναι δη ταυτην γενεσιν τε και ουσιαν δικαιοσυνης, μεταξυ ουσαν του μεν αριστου οντος, εαν αδικων μη διδω δικην, του δε κακιστου, εαν αδικουμενος τιμωρεισθαι...

Traduzione

Evoluzione del genere umano

Επειδη δε ο ανθρωπος θειας μετεσχε μοιρας, πρωτον μεν δια την του θεου συγγενειαν ζωων μονον θεους ενομισεν, και επεχειρει βωμους τε ιδρυεσθαι και αγαλματα θεων επειτα φωνην και ονοματα ταχυ διηρθρωσατο τη τεχνη, και οικησεις και εσθητας και υποδεσεις και στρωμνας και τας εκ γης τροφας ηυρετο. Ουτω δη παρεσκευασμενοι κατ' αρχας ανθρωποι ωκουν σποραδην, πολεις δε ουκ ησαν απωλλυντο ουν υπο των θηριων δια το πανταχη αυτων ασθενεστεροι ειναι, και η δημιουργικη τεχνη αυτοις προς μεν τροφην ικανη βοηθος ην, προς δε τον των θηριων πολεμον ενδεης - πολιτικην γαρ τεχνην ουπω ειχον, ης μερος πολεμικη...

Traduzione

Il mito di Epimeteo e Prometeo (II)

Ατε δη ουν ου πανυ τι σοφος ων ο Επιμηθευς ελαθεν αυτον καταναλωσας τας δυναμεις εις τα αλογα· λοιπον δη ακοσμητον ετι αυτω ην το ανθρωπων γενος, και ηπορει οτι χρησαιτο. Απορουντι δε αυτω ερχεται Προμηθευς επισκεψο μενος την νομην, και ορα τα μεν αλλα ζωα εμμελως παντων εχοντα, τον δε ανθρωπον γυμνον τε και ανυποδητον και αστρωτον και αοπλον ηδη δε και η ειμαρμενη ημερα παρην, εν η εδει και ανθρωπον εξιεναι εκ γης εις φως. Απορια ουν σχομενος ο Προμηθευς ηντινα σωτηριαν τω ανθρωπω ευροι, κλεπτει Ηφαιστου και Αθηνας την εντεχνον σοφιαν συν πυρι - αμηχανον γαρ ην ανευ πυρος αυτην κτητην τω η...

Traduzione

Il mito di Epimeteo e Prometeo (I)

«Αλλ' ω Σωκρατες», εφη, «ου φθονησω· αλλα ποτερον υμιν, ως πρεσβυτερος νεωτεροις, μυθον λεγων επιδειξω η λογω διεξελθων;». Πολλοι ουν αυτω υπελαβον των παρακαθημενων οποτερως βουλοιτο ουτως διεξιεναι. «Δοκει τοινυν μοι», εφη, «χαριεστερον ειναι μυθον υμιν λεγειν. Ην γαρ ποτε χρονος οτε θεοι μεν ησαν, θνητα δε γενη ουκ ην. Επειδη δε και τουτοις χρονος ηλθεν ειμαρμενος γενεσεως, τυπουσιν αυτα θεοι γης ενδον εκ γης και πυρος μειξαντες και των οσα πυρι και γη κεραννυται. Επειδη δ' αγειν αυτα προς φως εμελλον, προσεταξαν Προμηθει και Επιμηθει κοσμησαι τε και νειμαι δυναμεις εκαστοις ως πρεπει».

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it