Versioni di greco di Platone tradotte in italiano

La scienza è vero bene, l'ignoranza è vero male

«Επειδη ευδαιμονες μεν ειναι προθυμουμεθα παντες, εφανημεν δε τοιουτοι γιγνομενοι εκ του χρησθαι τε τοις πραγμασιν και ορθως χρησθαι, την δε ορθοτητα και ευτυχιαν επιστημη ην η παρεχουσα, δει δη, ως εοικεν, εκ παντος τροπου απαντα ανδρα τουτο παρασκευαζεσθαι, οπως ως σοφωτατος εσται· η ου;». «Ναι», εφη. «Και παρα πατρος γε δηπου τουτο οιομενον δειν παραλαμβανειν πολυ μαλλον η χρηματα, και παρ' επιτροπων και φιλων των τε αλλων και των φασκοντων εραστων ειναι, και ξενων και πολιτων, δεομενον και ικετευοντα σοφιας μεταδιδοναι, ουδεν αισχρον, ω Κλεινια, ουδε νεμεσητον ενεκα τουτου υπηρετειν και...

Traduzione

Quattro forme di mania

Της δε θειας τετταρων θεων τετταρα μερη διελομενοι, μαντικην μεν επιπνοιαν Απολλωνος θεντες, Διονυσου δε τελεστικην, Μουσων δ’ αυ ποιητικην, τεταρτην δε ’Αφροδιτης και Ερωτος, ερωτικην μανιαν εφησαμεν τε αριστην ειναι, και ουκ οιδ’ oπη το ερωτικον παθος απεικαζοντες, ισως μεν αληθους τινος εφαπτομενοι, ταχα δ’ αν και αλλο σε παραφερομενοι, κερασαντες ου πανταπασιν απιθανον λογον, μυθικον τινα υμνον προσεπαισαμεν μετριως τε και ευφημως τον εμον τε και σον δεσποτην Ερωτα, ω Φαιδρε, καλων παιδων εφορον.

Traduzione

Mito dell'auriga

Αι δε αλλαι ψυχαι, η μεν αριστα θεω επομενη και εικασμενη υπερηρεν εις τον εξω τοπον την του ηνιοχου κεφαλην, και συμπεριηνεχθη την περιφοραν, θορυβουμενη υπο των ιππων και μογις καθορωσα τα οντα· η δε τοτε μεν ηρεν, τοτε δ' εδυ, βιαζομενων δε των ιππων τα μεν ειδεν, τα δ' ου. Αι δε δη αλλαι γλιχομεναι μεν απασαι του ανω επονται, αδυνατουσαι δε, υποβρυχιαι συμπεριφερονται, πατουσαι αλληλας και επιβαλλουσαι, ετερα προ της ετερας πειρωμενη γενεσθαι. Θορυβος ουν και αμιλλα και ιδρως εσχατος γιγνεται, ου δη κακια ηνιοχων πολλαι μεν χωλευονται, πολλαι δε πολλα πτερα θραυονται· πασαι δε πολυν εχουσαι...

Traduzione

Dimostrazione dell'immortalità dell'anima (II)

Ουτω δη κινησεως μεν αρχη το αυτο αυτο κινουν. Τουτο δε ουτ' απολλυσθαι ουτε γιγνεσθαι δυνατον, η παντα τε ουρανον πασαν τε γην εις εν συμπεσουσαν στηναι και μηποτε αυθις εχειν οθεν κινηθεντα γενησεται. Αθανατου δε πεφασμενου του υφ' εαυτου κινουμενου, ψυχης ουσιαν τε και λογον τουτον αυτον τις λεγων ουκ αισχυνειται. Παν γαρ σωμα, ω μεν εξωθεν το κινεισθαι, αψυχον, ω δε ενδοθεν αυτω εξ' αυτου, εμψυχον, ως ταυτης ουσης φυσεως ψυχης· ει δ' εστιν τουτο ουτως εχον, μη αλλο τι ειναι το αυτο εαυτο κινουν η ψυχην, εξ' αναγκης αγενητον τε και αθανατον ψυχη αν ειη.

Traduzione

Dimostrazione dell'immortalità dell'anima (I)

Ψυχη πασα αθανατος. Το γαρ αεικινητον αθανατον· το δ' αλλο κινουν και υπ' αλλου κινουμενον, παυλαν εχον κινησεως, παυλαν εχει ζωης. Μονον δη το αυτο κινουν, ατε ουκ απολειπον εαυτο, ουποτε ληγει κινουμενον, αλλα και τοις αλλοις οσα κινειται τουτο πηγη και αρχη κινησεως. Αρχη δε αγενητον. Εξ αρχης γαρ αναγκη παν το γιγνομενον γιγνεσθαι, αυτην δε μηδ' εξ ενος· ει γαρ εκ του αρχη γιγνοιτο, ουκ αν ετι αρχη γιγνοιτο. Επειδη δε αγενητον εστιν, και αδιαφθορον αυτο αναγκη ειναι. Αρχης γαρ δη απολομενης ουτε αυτη ποτε εκ του ουτε αλλο εξ εκεινης γενησεται, ειπερ εξ αρχης δει τα παντα γιγνεσθαι.

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it