Versioni di greco di Platone tradotte in italiano

Etimologia del termine mantikè

Η τε γαρ δη εν Δελφοις προφητις αι τ' εν Δωδωνη ιερειαι μανεισαι μεν πολλα δη και καλα ιδια τε και δημοσια την Ελλαδα ηργασαντο, σωφρονουσαι δε βραχεα η ουδεν και εαν δη λεγωμεν Σιβυλλαν τε και αλλους, οσοι μαντικη χρωμενοι ενθεω πολλα δη πολλοις προλεγοντες εις το μελλον ωρθωσαν, μηκυνοιμεν αν δηλα παντι λεγοντες. Τοδε μην αξιον επιμαρτυρασθαι, οτι και των παλαιων οι τα ονοματα τιθεμενοι ουκ αισχρον ηγουντο ουδε ονειδος μανιαν ου γαρ αν τη καλλιστη τεχνη, η το μελλον κρινεται, αυτο τουτο τουνομα εμπλεκοντες μανικην εκαλεσαν. Αλλ' ως καλου οντος, οταν θεια μοιρα γιγνηται, ουτω νομισαντες εθεντο,...

Traduzione

Un locus amoenus

Νη την Ηραν, καλη γε η καταγωγη. Η τε γαρ πλατανος αυτη μαλ' αμφιλαφης τε και υψηλη, του τε αγνου το υψος και το συσκιον παγκαλον, και ως ακμην εχει της ανθης, ως αν ευωδεστατον παρεχοι τον τοπον η τε αυ πηγη χαριεστατη υπο της πλατανου ρει μαλα ψυχρου υδατος, ωστε γε τω ποδι τεκμηρασθαι. Νυμφων τε τινων και Αχελωου ιερον απο των κορων τε και αγαλματων εοικεν ειναι. Ει δ' αυ βουλει, το ευπνουν του τοπου ως αγαπητον και σφοδρα ηδυ· θερινον τε και λιγυρον υπηχει τω των τεττιγων χορω. Παντων δε κομψοτατον το της ποας, οτι εν ηρεμα προσαντει ικανη πεφυκε κατακλινεντι την κεφαλην παγκαλως εχειν....

Traduzione

Il ruolo del filosofo

Δια ταυτα δη φαιμεν αν και τους ηδη σοφους μηκετι φιλοσοφειν, ειτε θεοι ειτε ανθρωποι εισιν ουτοι· ουδ' αυ εκεινους φιλοσοφειν τους ουτως αγνοιαν εχοντας ωστε κακους ειναι· κακον γαρ και αμαθη ουδενα φιλοσοφειν. Λειπονται δη οι εχοντες μεν το κακον τουτο, την αγνοιαν, μηπω δε υπ αυτου οντες αγνωμονες μηδε αμαθεις, αλλ' ετι ηγουμενοι μη ειδεναι α μη ισασιν. Διο δη και φιλοσοφουσιν οι ουτε αγαθοι ουτε κακοι πω οντες, οσοι δε κακοι ου φιλοσοφουσιν, ουδε οι αγαθοι· ουτε γαρ το εναντιον του εναντιου ουτε το ομοιον του ομοιου φιλον ημιν εφανη εν τοις εμπροσθεν λογοις.

Traduzione

Amore come elevazione dello spirito

Ος γαρ αν μεχρι ενταυθα προς τα ερωτικα παιδαγωγηθη, θεωμενος εφεξης τε και ορθως τα καλα, προς τελος ηδη ιων των ερωτικων εξαιφνης κατοψεται τι θαυμαστον την φυσιν καλον, τουτο εκεινο, ω Σωκρατες, ου δη ενεκεν και οι εμπροσθεν παντες πονοι ησαν, πρωτον μεν αει ον και ουτε γιγνομενον ουτε απολλυμενον, ουτε αυξανομενον ουτε φθινον, επειτα ου τη μεν καλον, τη δ' αισχρον, ουδε τοτε μεν, τοτε δε ου, ουδε προς μεν το καλον, προς δε το αισχρον, ουδ' ενθα μεν καλον, ενθα δε αισχρον, ως τισι μεν ον καλον, τισι δε αισχρον ουδ' αυ φαντασθησεται αυτω το καλον οιον προσωπον τι ουδε χειρες ουδε αλλο ουδεν...

Traduzione

Eros, figlio di Poros e Penia

Οτε γαρ εγενετο η Αφροδιτη, ηστιωντο οι θεοi οι τε αλλοι και ο της Μητιδος υος Pορος. Επειδη δε εδειπνησαν, προσαιτησουσα οιον δη ευωχιας ουσης αφικετο η Pενια, και ην περι τας θυρας. Ο ουν Pορος μεθυσθεις του νεκταρος - οινος γαρ ουπω ην - εις τον του Διος κηπον εισελθων βεβαρημενος ηυδεν. Η ουν Pενια επιβουλευουσα δια την αυτης αποριαν παιδιον ποιησασθαι εκ του Pορου, κατακλινεται τε παρ’ αυτω και εκυησε τον Ερωτα. Διο δη και της Αφροδιτης ακολουθος και θεραπων γεγονεν ο Ερως, γεννηθεις εν τοις εκεινης γενεθλιοις, και αμα φυσει εραστης ων περι το καλον και της Αφροδιτης καλης ουσης.

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it