Versioni di greco di Platone tradotte in italiano

Due amori

Ου καλως μοι δοκει, ω Φαιδρε, προβεβλησθαι ημιν ο λογος, το απλως ουτως παρηγγελθαι εγκωμιαζειν Ερωτα. Ει μεν γαρ εις ην ο Ερως, καλως αν ειχε, νυν δε ου γαρ εστιν εις· μη οντος δε ενος ορθοτερον εστι προτερον προρρηθηναι οποιον δει επαινειν. Εγω ουν πειρασομαι τουτο επανορθωσασθαι, πρωτον μεν Ερωτα φρασαι ον δει επαινειν, επειτα επαινεσαι αξιως του θεου. Παντες γαρ ισμεν οτι ουκ εστιν ανευ Ερωτος Αφροδιτη. Μιας μεν ουν ουσης εις αν ην Ερως· επει δε δη δυο εστον, δυο αναγκη και Ερωτε ειναι. Πως δ' ου δυο τω θεα; η μεν γε που πρεσβυτερα και αμητωρ Ουρανου θυγατηρ, ην δη και Ουρανιαν επονομαζομεν...

Traduzione

Parmenide

Μελισσον μεν και τους αλλους, οι εν εστος λεγουσι το παν, αισχυνομενος μη φορτικως σκοπωμεν, ηττον αισχυνομαι η ενα οντα Παρμενιδην. Παρμενιδης δε μοι φαινεται, το του Ομηρου, «αιδοιος τε μοι» ειναι αμα «δεινος τε». Συμπροσεμειξα γαρ δη τω ανδρι πανυ νεος πανυ πρεσβυτη, και μοι εφανη βαθος τι εχειν πανταπασι γενναιον. Φοβουμαι ουν μη ουτε τα λεγομενα συνιωμεν, τι τε διανοουμενος ειπε πολυ πλεον λειπωμεθα, και το μεγιστον, ου ενεκα ο λογος ωρμηται, επιστημης περι τι ποτ' εστιν, ασκεπτον γενηται υπο των επεισκωμαζοντων λογων, ει τις αυτοις πεισεται.

Traduzione

Due tipi di movimento

ΣΩ. «Σκεπτεον αν ειη σου γε ουτω προθυμουμενου. Δοκει ουν μοι αρχη ειναι της σκεψεως κινησεως περι, ποιον τι ποτε αρα λεγοντες φασι τα παντα κινεισθαι. Βουλομαι δε λεγειν το τοιονδε· ποτερον εν τι ειδος αυτης λεγουσιν η, ωσπερ εμοι φαινεται, δυο; μη μεντοι μονον εμοι δοκειτω, αλλα συμμετεχε και συ, ινα κοινη πασχωμεν αν τι και δεη. Και μοι λεγε· αρα κινεισθαι καλεις οταν τι χωραν εκ χωρας μεταβαλλη η και εν τω αυτω στρεφηται;» ΘΕΟ. «Εγωγε». ΣΩ. «Τουτο μεν τοινυν εν εστω ειδος. Οταν δε η μεν εν τω αυτω, γηρασκη δε, η μελαν εκ λευκου η σκληρον εκ μαλακου γιγνηται, η τινα αλλην αλλοιωσιν αλλοιωται,...

Traduzione

Talete nel pozzo

ΘΕΟ. «Πως τουτο λεγεις, ω Σωκρατες;» ΣΩ. «Ωσπερ και Θαλην αστρονομουντα, ω Θεοδωρε, και ανω βλεποντα, πεσοντα εις φρεαρ. Θραττα τις εμμελης και χαριεσσα θεραπαινις αποσκωψαι λεγεται ως τα μεν εν ουρανω προθυμοιτο ειδεναι, τα δ' εμπροσθεν αυτου και παρα ποδας λανθανοι αυτον. Ταυτον δε αρκει σκωμμα επι παντας οσοι εν φιλοσοφια διαγουσι. Τω γαρ οντι τον τοιουτον ο μεν πλησιον και ο γειτων λεληθεν, ου μονον οτι πραττει, αλλ' ολιγου και ει ανθρωπος εστιν η τι αλλο θρεμμα· τι δε ποτ' εστιν ανθρωπος και τι τη τοιαυτη φυσει προσηκει διαφορον των αλλων ποιειν η πασχειν, ζητει τε και πραγματ' εχει διερευνωμενος....

Traduzione

La conoscenza per Protagora

ΣΩ. «Κινδυνευεις μεντοι λογον ου φαυλον ειρηκεναι περι επιστημης, αλλ' ον ελεγε και Πρωταγορας. Τροπον δε τινα αλλον ειρηκε τα αυτα ταυτα. Φησι γαρ που “παντων χρηματων μετρον” ανθρωπον ειναι, “των μεν οντων ως εστι, των δε μη οντων ως ουκ εστιν”. Ανεγνωκας γαρ που;» ΘΕΑΙ. «Ανεγνωκα και πολλακις». ΣΩ. «Ουκουν ουτω πως λεγει, ως οια μεν εκαστα εμοι φαινεται τοιαυτα μεν εστιν εμοι, οια δε σοι, τοιαυτα δε αυ σοι· ανθρωπος δε συ τε καγω;» ΘΕΑΙ. «Λεγει γαρ ουν ουτω». ΣΩ. «Εικος μεντοι σοφον ανδρα μη ληρειν επακολουθησωμεν ουν αυτω. Αρ' ουκ ενιοτε πνεοντος ανεμου του αυτου ο μεν ημων ριγω, ο...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it