Versioni di greco di Senofonte tradotte in italiano

La morte di Ciro (I)

Ενθα δη Κυρος δεισας μη οπισθεν γενομενος χατσκοψη το Ελληνικον ελαυνει αντιος· και εμβαλων συν τοις εξακοσιοις νικα τους προ βασιλεως τεταγμενους και εις φυγην ετρεψε τους εξακισχιλιους, και αποκτειναι λεγεται αυτος τη εαυτου χειρι Αρταγερσην τον αρχοντα αυτων. Ως δ' η τροπη εγενετο, διασπειρονται και οι Κυρου εξακοσιοι εις το διωκειν ορμησαντες, πλην πανυ ολιγοι αμφ' αυτον κατελειφθησαν, σχεδον οι ομοτραπεζοι καλουμενοι. Συν τουτοις δε ων καθορα βασιλεα και το αμφ' εκεινον στιφος· και ευθυς ουκ ηνεσχετο, αλλ' ειπων· «Τον ανδρα ορω» ιετο επ' αυτον και παιει κατα το στερνον και τιτρωσκει δια...

Traduzione

La caduta di Atene (III)

Θηραμενης δε και οι συν αυτω πρεσβεις επανεφερον ταυτα εις τας Αθηνας, εισιοντας δ'αυτους οχλος περιεχειτο πολυς, φοβουμενοι μη απρακτοι ηκοιεν: ου γαρ ετι ενεχωρει μελλειν δια το πληθος των απολλυμενων τω λιμω. Τη δε υστεραια απηγγελλον οι πρεσβεις εφ' οις οι Λακεδαιμονιοι ποιοιντο την ειρηνην: προηγορει δε αυτων Θηραμενης, λεγων ως χρη πειθεσθαι Λακεδαιμονιοις και τα τειχη περιαιρειν, αντιεποντων δε τινων αυτω, πολυ δε πλειονων συνεπαινεσαντων, εδοξε δεχεσθαι την ειρηνην. Μετα δε ταυτα Λυσανδρος τε κατεπλει εις τον Πειραια και οι φυγαδες κατησαν και τα τειχη κατεσκαπτον υπ' αυλητριδων πολλη...

Traduzione

La caduta di Atene (II)

Επει δ' ηκον, εκκλησιαν εποιησαν, εν η αντελεγον Κορινθιοι και Θηβαιοι μαλιστα, πολλοι δε και αλλοι των Ελληνων, μη σπενδεσθαι Αθηναιοις, αλλ' εξαιρειν. Λακεδαιμονιοι δε ουκ εφασαν πολιν Ελληνιδα ανδραποδιειν μεγα αγαθον ειργασμενην εν τοις μεγιστοις κινδυνοις γενομενοις τη Ελλαδι, αλλ' εποιουντο ειρηνην εφ' ω τα τε μακρα τειχη και τον Πειραια καθελοντας και τας ναυς πλην δωδεκα παραδοντας και τους φυγαδας καθεντας τον αυτον εχθρον και φιλον νομιζοντας Λακεδαιμονιοις επεσθαι και κατα γην και κατα θαλατταν οποι αν ηγωνται.

Traduzione

La caduta di Atene (I)

Οι δ' Αθηναιοι πολιορκουμενοι κατα γην και κατα θαλατταν ηπορουν τι χρη ποιειν, ουτε νεων ουτε συμμαχων αυτοις οντων ουτε σιτου: ενομιζον δε ουδεμιαν ειναι σωτηριαν μη ου παθειν α ου τιμωρουμενοι εποιησαν, αλλα δια την υβριν ηδικουν ανθρωπους μικροπολιτας ουδ' επι μια αιτια ετερα η οτι εκεινοις συνεμαχουν. Δια ταυτα τους ατιμους επιτιμους ποιησαντες εκαρτερουν, και αποθνησκοντων εν τη πολει λιμω πολλων ου διελεγοντο περι διαλλαγης. Επει δε παντελως ηδη ο σιτος επελελοιπει, επεμψαν πρεσβεις παρ' Αγιν, βουλομενοι συμμαχοι ειναι Λακεδαιμονιοις εχοντες τα τειχη και τον Πειραια, και επι τουτοις συνθηκας...

Traduzione

Poliido viene inviato a combattere i pirati

Ουτος ο Πολυιδος παραλαβων το στρατευμα, απηντα κατα Πηλουσιον τοις περι τον Ιπποθοον, και ευθυς παρα τας οχθας μαχη τε αυτων γινεται και πιπτουσιν εκατερων πολλοι· νυκτος δε επιγενομενης τρεπονται μεν οι λησται και παντες υπο των στρατιωτων φονευονται· εισι δε οι και ζωντες εληφθησαν. Ιπποθοος μονος, απορριψας τα οπλα, εφυγε της νυκτος και ηλθεν εις Αλεξανδρειαν κακειθεν, δυνηθεις λαθειν, επιβας αναγομενω πλοιω επανηχθη. Ην δε αυτω η πασα επι Σικελιαν ορμη· εκει γαρ εδοκει μαλιστα διαλησεσθαι τε και διατραφησεσθαι· ηκουε δε την νησον ειναι μεγαλην τε και ευδαιμονα.

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it