Versioni di greco di autori vari tradotte in italiano

Conseguenze del peccato originale

Και ειπεν κυριος ο θεος τω οφει· «Οτι εποιησας τουτο, επικαταρατος συ απο παντων των κτηνων και απο παντων των θηριων της γης· επι τω στηθει σου και τη κοιλια πορευση και γην φαγη πασας τας ημερας της ζωης σου. Και εχθραν θησω ανα μεσον σου και ανα μεσον της γυναικος και ανα μεσον του σπερματος σου και ανα μεσον του σπερματος αυτης· αυτος σου τηρησει κεφαλην, και συ τηρησεις αυτου πτερναν». Και τη γυναικι ειπεν· «Πληθυνων πληθυνω τας λυπας σου και τον στεναγμον σου, εν λυπαις τεξη τεκνα· και προς τον ανδρα σου η αποστροφη σου, και αυτος σου κυριευσει». Τω δε Αδαμ ειπεν· «Οτι ηκουσας της φωνης...

Traduzione

Il Signore rimprovera Adamo ed Eva

Και ηχουσαν την φωνην κυριου του θεου περιπατουντος εν τω παραδεισω το δειλινον, και εκρυβησαν ο τε Αδαμ και η γυνη αυτου απο προσωπου κυριου του θεου εν μεσω του ξυλου του παραδεισου. Και εκαλεσεν κυριος ο θεος τον Αδαμ και ειπεν αυτω· «Αδαμ, που ει;». Και ειπεν αυτω· «Την φωνην σου ηκουσα περιπατουντος εν τω παραδεισω και εφοβηθην, οτι γυμνος ειμι, και εκρυβην». Και ειπεν αυτω· «Τις ανηγγειλεν σοι οτι γυμνος ει; μη απο του ξυλου, ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ' αυτου, εφαγες;». Και ειπεν ο Αδαμ· «Η γυνη, ην εδωκας μετ' εμου, αυτη μοι εδωκεν απο του ξυλου, και εφαγον». Και ειπεν...

Traduzione

La tentazione del serpente

Ο δε οφις ην φρονιμωτατος παντων των θηριων των επι της γης, ων εποιησεν κυριος ο θεος· και ειπεν ο οφις τη γυναικι· «Τι οτι ειπεν ο θεος Ου μη φαγητε απο παντος ξυλου του εν τω παραδεισω;». Και ειπεν η γυνη τω οφει· «Απο καρπου ξυλου του παραδεισου φαγομεθα, απο δε καρπου του ξυλου, ο εστιν εν μεσω του παραδεισου, ειπεν ο θεος Ου φαγεσθε απ' αυτου ουδε μη αψησθε αυτου, ινα μη αποθανητε». Και ειπεν ο οφις τη γυναικι· «Ου θανατω αποθανεισθε· ηδει γαρ ο θεος οτι εν η αν ημερα φαγητε απ' αυτου, διανοιχθησονται υμων οι οφθαλμοι, και εσεσθε ως θεοι γινωσκοντες καλον και πονηρον». Και ειδεν η γυνη...

Traduzione

Riforme di Efialte

Ετη δε επτακαιδεκα μαλιστα μετα τα Μηδικα διεμεινεν η πολιτεια προεστωτων των Αρεοπαγιτων, καιπερ υποφερομενη κατα μικρον. Αυξανομενου δε του πληθους, γενομενος του δημου προστατης Εφιαλτης ο Σοφωνιδου, δοκων και αδωροδοκητος ειναι και δικαιος προς την πολιτειαν, επεθετο τη βουλη. Και πρωτον μεν ανειλεν πολλους των Αρεοπαγιτων, αγωνας επιφερων περι των διφκημενων. Επειτα της βουλης επι Κονωνος αρχοντος απαντα περιειλε τα επιθετα δι ων ην η της πολιτειας φυλακη, και τα μεν τοις πεντακοσιοις, τα δε τω δημω και τοις δικαστηριοις απεδωκεν. Επραξε δε ταυτα συναιτιου γενομενου Θεμιστοκλεους, ος ην...

Traduzione

Saffo

Σαπφω, Σιμωνος οι δε Ευμηνου, οι δε Ηεριγυου, οι δε Εκρυτου, οι δε Σημου, οι δε Καμωνος, οι δε Εταρχου, οι δε Σκαμανδρωνυμου· μητρος δε Κλειδος· Λεσβια εξ Ερεσσου, λυρικη, γεγονυια κατα την δευτεραν και τετταρακοστην Ολυμπιαδα, οτε και Αλκαιος ην και Στησιχορος και Πιττακος. Ησαν δε αυτη και αδελφοι τρεις, Λαριχος, Χαραξος, Ευρυγιος. Εγαμηθη δε ανδρι Κερκυλα πλουσιωτατω, ορμωμενφ απο Ανδρου, και θυγατερα εττοιησατο εξ αυτου, η Κλεις ωνομασθη. Εταιροι δε αυτης και φιλαι γεγονασι τρεις, Ατθις, Τελεσιππα, Μεγαρα, προς ας και διαβολην εσχεν αισχρας φιλιας. Μαθητριαι δε αυτης Αναγορα Μιλησια, Γογγυλα...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it