Le versioni di greco di Demostene e le traduzioni in italiano

Filippica I,3

Επειτ' ενθυμητεον και παρ' αλλων ακουουσιν και τοις ειδοσιν αυτοις αναμιμνησκομενοις, ηλικης ποτ' εχοντων δυναμιν Λακεδαιμονιων, εξ ου χρονος ου πολυς, ως καλως και προσηκοντως ουδεν αναξιον υμεις επραξατε της πολεως, αλλ' υπεμειναθ' υπερ των δικαιων τον προς εκεινους πολεμον. Τινος ουν ενεκα ταυτα λεγω; ιν' ειδητ' ω ανδρες Αθηναιοι, και θεασησθε, οτι ουδεν ουτε φυλαττομενοις υμιν εστι φοβερον, ουτ', αν ολιγωρητε, τοιουτον οιον αν υμεις βουλοισθε, παραδειγμασι χρωμενοι τη τοτε ρωμη των Λακεδαιμονιων, ης εκρατειτ' εκ του προσεχειν τοις πραγμασι τον νουν, και τη νυν υβρει τουτου, δί ην ταραττομεθ'...

Traduzione

Filippica I,2

Πρωτον μεν ουν ουκ αθυμητεον, ω ανδρες Αθηναιοι, τοις παρουσι πραγμασιν, ουδ' ει πανυ φαυλως εχειν δοκει: ο γαρ εστι χειριστον αυτων εκ του παρεληλυθοτος κρονου, τουτο προς τα μελλοντα βελτιστον υπαρχει. Τι ουν εστι τουτο; οτι ουδεν, ω ανδρες Αθηναιοι, των δεοντων ποιουντων υμων κακως τα πραγματ' εχει: επει τοι ει πανθ' α προσηκε πραττοντων ουτως ειχεν, ουδ' αν ελπις ην αυτα βελτιω γενεσθαι.

Traduzione

Filippica I

Ει μεν περι καινου τινος πραγματος προυτιθετ', ω ανδρες Αθηναιοι, λεγειν, επισχων αν εως οι πλειστοι των ειωθοτων γνωμην απεφηναντο, ει μεν ηρεσκε τι μοι των υπο τουτων ρηθεντων, ησυχιαν αν ηγον, ει δε μη, τοτ' αν αυτος επειρωμην α γιγνωσκω λεγειν: επειδη δ' υπερ ων πολλακις ειρηκασιν ουτοι προτερον συμβαινει και νυνι σκοπειν, ηγουμαι και πρωτος αναστας εικοτως αν συγγνωμης τυγχανειν. Ει γαρ εκ του παρεληλυθοτος χρονου τα δεονθ' ουτοι συνεβουλευσαν, ουδεν αν υμας νυν εδει βουλευεσθαι.

Traduzione

Epilogo

Τα κελευομεν ημας αρα δει ποιειν ταυτα φοβουμενους; και συ ταυτα κελευεις; πολλου γε και δεω: αλλ' ως ουτε πραξομεν ουδε αναξιον ημων αυτων ουτ' εσται πολεμος, νουν δε δοξομεν πασιν εχειν και τα δικαια λεγειν, τουτ' οιμαι δειν ποιειν. Προς δε τους θρασεως οτιουν οιομενους υπομειναι δειν και μη προορωμενους τον πολεμον, εκεινα βουλομαι λογισασθαι. Ημεις αγαθων αιτιαν ειναι νομιζοντες η το προσκρουειν και φιλονικειν περι τουτων. Ουκουν ευητες και κομιδη σχετλιον, προς εκαστους καθ' εν ουτω προσενηνεγμενους περι των οικειων και αναγκαιοτατων, προς παντας, περι της εν Δελφοις σκιας νυνι πολεμησαι....

Traduzione

Bisogna imparare dal passato recente per avere la pace

Ιστε γαρ δηπου τουθ' οτι νυν Θηβαιοι και Φιλιππος και Θετταλοι ουχι ταυθ' εκαστοι μαλιστ' εσπουδακοτες ταυτα παντες επραξαν. Οιον Θηβαιοι τον μεν Φιλιππον παρελθειν και λαβειν τας παροδους ουκ εδυναντο κωλυσαι, ουδε γε των αυτοις πεπονημενων υστατον ελθοντα την δοξαν εχειν; νυνι γαρ Θηβαιοις, προς μεν το την χωραν κεκομισθαι, πεπρακται τι, προς δε τιμην και δοξαν αισχιστα. Ει γαρ μη παρηλθε Φιλιππος, ουδεν αν αυτοις κερδος ην. Ταυτα δ' ουκ εβουλοντο, αλλα τω τον Ορχομενον και την Κορωνειαν λαβειν επιθυμειν, μη δυνασθαι δε, παντα ταυθ' υπεμειναν. Φιλιππον τοινυν τινες μεν δη που τολμωσι λεγειν...

Traduzione

SEGUICI


Copyright © 2011 - 2023 VersioniDiGreco.it