Versioni di greco di Senofonte tradotte in italiano

Il sogno di Senofonte

Επει δε απορια ην, ελυπειτο μεν συν τοις αλλοις και ουκ εδυνατο καθευδειν μικρον δ' υπνου λαχων ειδεν οναρ. Εδοξεν αυτω βροντης γενομενης σκηπτος πεσειν εις την πατρωαν οικιαν, και εκ τουτου λαμπεσθαι πασα. Περιφοβος δ' ευθυς ανηγερθη, και το οναρ τη μεν εκρινεν αγαθον, οτι εν πονοις ων και κινδυνοις φως μεγα εκ Διος ιδειν εδοξε· τη δε και εφοβειτο, οτι απο Διος μεν βασιλεως το οναρ εδοκει αυτω ειναι, κυκλω δε εδοκει λαμπεσθαι το πυρ, μη ου δυναιτο εκ της χωρας εξελθειν της βασιλεως, αλλ' ειργοιτο παντοθεν υπο τινων αποριων. Οποιον τι μεν δη εστι το τοιουτον οναρ ιδειν εξεστι σκοπειν εκ των...

Traduzione

Senofonte, Socrate e l'oracolo di Delfi

Ο μεντοι Ξενοφων αναγνους την επιστολην ανακοινουται Σωκρατει τω Αθηναιω περι της πορειας. Και ο Σωκρατης υποπτευσας μη τι προς της πολεως υπαιτιον ειη Κυρω φιλον γενεσθαι, οτι εδοκει ο Κυρος προθυμως τοις Λακεδαιμονιοις επι τας Αθηνας συμπολεμησαι, συμβουλευει τω Ξενοφωντι ελθοντα εις Δελφους ανακοινωσαι τω θεω περι της πορειας. Ελθων δ' ο Ξενοφων επηρετο τον Απολλω τινι αν θεων θυων και ευχομενος καλλιστα και αριστα ελθοι την οδον ην επινοει και καλως πραξας σωθειη. Και ανειλεν αυτω ο Απολλων θεοις οις εδει θυειν. Επει δε παλιν ηλθε, λεγει την μαντειαν τω Σωκρατει. Ο δ' ακουσας ητιατο αυτον...

Traduzione

Ritratto di Prosseno

Τοσουτων δ' επιθυμων σφοδρα ενδηλον αυ και τουτο ειχεν, οτι τουτων ουδεν αν θελοι κτασθαι μετα αδικιας, αλλα συν τω δικαιω και καλω ωετο δειν τουτων τυγχανειν, ανευ δε τουτων μη. Αρχειν δε καλων μεν και αγαθων δυνατος ην ου μεντοι ουτ αιδω τοις στρατιωταις εαυτου ουτε φοβον ικανος εμποιησαι, αλλα και ησχυνετο μαλλον τους στρατιωτας η οι αρχομενοι εκεινον και φοβουμενος μαλλον ην φανερος το απεχθανεσθαι τοις στρατιωταις η οι στρατιωται το απιστειν εκεινω. Ωιετο δε αρκειν προς το αρχικον ειναι και δοκειν τον μεν καλως ποιουντα επαινειν, τον δε αδικουντα μη επαινειν. Τοιγαρουν αυτω οι μεν καλοι...

Traduzione

Epitafio di Ciro

Κυρος μεν ουν ουτως ετελευτησεν, ανηρ ων Περσων των μετα Κυρον τον αρχαιον γενομενων βασιλικωτατος τε και αρχειν αξιωτατος, ως παρα παντων ομολογειται των Κορου δοκουντων εν πειρα γενεσθαι. Πρωτον μεν γαρ ετι παις ων, οτ επαιδευετο και συν τω αδελφω και συν τοις αλλοις παισι, παντων παντα κρατιστος ενομιζετο. Παντες γαρ οι των αριστων Περσων παιδες επι ταις βασιλεως θυραις παιδευονται· ενθα πολλην μεν σωφροσυνην καταμαθοι αν τις, αισχρον δ' ουδεν ουτ' ακουσαι ουτ' ιδειν εστι. Θεωνται δ' οι παιδες και τιμωμενους υπο βασιλεως και ακουουσι, και αλλους ατιμαζομενους· ωστε ευθυς παιδες οντες μανθανουσιν...

Traduzione

Arrivo dell'esercito di Artaserse

Και ηδη τε ην μεσον ημερας και ουπω καταφανεις ησαν οι πολεμιοι· ηνικα δε δειλη εγιγνετο, εφανη κονιορτος ωσπερ νεφελη λευκη, χρονω δε συχνω υστερον ωσπερ μελανια τις εν τω πεδιω επι πολυ. Οτε δε εγγυτερον εγιγνοντο, ταχα δη και χαλκος τις ηστραπτε και λογχαι και αι ταξεις καταφανεις εγιγνοντο. Και ησαν ιππεις μεν λευκοθωρακες επι του ευωνυμου των πολεμιων· Τισσαφερνης ελεγετο τουτων αρχειν· εχομενοι δε γερροφοροι, εχομενοι δε οπλιται συν ποδηρεσι ξυλιναις ασπισιν. Αιγυπτιοι δ' ουτοι ελεγοντο ειναι· αλλοι δ' ιππεις, αλλοι τοξοται. Παντες δ' ουτοι κατα εθνη εν πλαισιω πληρει ανθρωπων εκαστον...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it